Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.138.3 Hdt. 8.140α.4 (English) >>Hdt. 8.140β.4

8.140α.2 νῦν τε ὧδε Μαρδόνιε ποίεε· τοῦτο μὲν τὴν γῆν σφι ἀπόδος, τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων αὐτοί, ἥντινα ἂν ἐθέλωσι, ἐόντες αὐτόνομοι· ἱρά τε πάντα σφι, ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν, ἀνόρθωσον, ὅσα ἐγὼ ἐνέπρησατούτων δὲ ἀπιγμένων ἀναγκαίως ἔχει μοι ποιέειν ταῦτα, ἢν μὴ τὸ ὑμέτερον αἴτιον γένηται. 8.140α.3 λέγω δὲ ὑμῖν τάδε. νῦν τί μαίνεσθε πόλεμον βασιλέι ἀειρόμενοι; οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τε ἐστὲ ἀντέχειν τὸν πάντα χρόνον. εἴδετε μὲν γὰρ τῆς Ξέρξεω στρατηλασίης τὸ πλῆθος καὶ τὰ ἔργα, πυνθάνεσθε δὲ καὶ τὴν νῦν παρʼ ἐμοὶ ἐοῦσαν δύναμιν· ὥστε καὶ ἢν ἡμέας ὑπερβάλησθε καὶ νικήσητε, τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς εἴ περ εὖ φρονέετε, ἄλλη παρέσται πολλαπλησίη. 8.140α.4 μὴ ὦν βούλεσθε παρισούμενοι βασιλέι στέρεσθαι μὲν τῆς χώρης, θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν, ἀλλὰ καταλύσασθε· παρέχει δὲ ὑμῖν κάλλιστα καταλύσασθαι, βασιλέος ταύτῃ ὁρμημένου. ἔστε ἐλεύθεροι, ἡμῖν ὁμαιχμίην συνθέμενοι ἄνευ τε δόλου καὶ ἀπάτης.

ch. 140β 8.140β.1 Μαρδόνιος μὲν ταῦτα Ἀθηναῖοι ἐνετείλατό μοι εἰπεῖν πρὸς ὑμέας· ἐγὼ δὲ περὶ μὲν εὐνοίης τῆς πρὸς ὑμέας ἐούσης ἐξ ἐμεῦ οὐδὲν λέξω, οὐ γὰρ ἂν νῦν πρῶτον ἐκμάθοιτε, προσχρηίζω δὲ ὑμέων πείθεσθαι Μαρδονίῳ.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.138.3 Hdt. 8.140α.4 (English) >>Hdt. 8.140β.4

Powered by PhiloLogic